Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.251 Dem. 19.254 (English) >>Dem. 19.257

19.253οὗτος δʼ, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἔγνωσαν, Ἀμφίπολιν, ταύτην ἐξέδωκε καὶ ἀπέδοτο καὶ τῷ ταῦτα γράφοντι συνεῖπε Φιλοκράτει. ἄξιόν γʼ, οὐ γάρ; ἦν Σόλωνος αὐτῷ μεμνῆσθαι. καὶ οὐ μόνον ἐνταῦθα ταῦτʼ ἐποίησεν, ἀλλʼ ἐκεῖσʼ ἐλθὼν οὐδὲ τοὔνομʼ ἐφθέγξατο τῆς χώρας ὑπὲρ ἧς ἐπρέσβευεν. καὶ ταῦτʼ αὐτὸς ἀπήγγειλε πρὸς ὑμᾶς· μέμνησθε γὰρ δήπου λέγοντʼ αὐτὸν ὅτι περὶ δʼ Ἀμφιπόλεως εἶχον μὲν κἀγὼ λέγειν· ἵνα δʼ ἐγγένηται Δημοσθένει περὶ αὐτῆς εἰπεῖν, παρέλιπον.” 19.254ἐγὼ δὲ παρελθὼν οὐδὲν ἔφην τοῦτον ὧν ἐβούλετʼ εἰπεῖν πρὸς Φίλιππον ἐμοὶ παραλιπεῖν· θᾶττον γὰρ ἂν τοῦ αἵματος λόγου μεταδοῦναί τινι. ἀλλʼ, οἶμαι, χρήματʼ εἰληφότʼ οὐκ ἦν ἀντιλέγειν πρὸς Φίλιππον τὸν ὑπὲρ τούτου δεδωκότα, ὅπως ἐκείνην μὴ ἀποδῷ. Λέγε δή μοι λαβὼν καὶ τὰ τοῦ Σόλωνος ἐλεγεῖα ταυτί, ἵνʼ ἴδηθʼ ὅτι καὶ Σόλων ἐμίσει τοὺς οἵους οὗτος ἀνθρώπους.

19.255οὐ λέγειν εἴσω τὴν χεῖρʼ ἔχοντʼ, Αἰσχίνη, δεῖ, οὔ, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρʼ ἔχοντα. σὺ δʼ ἐκεῖ προτείνας καὶ ὑποσχὼν καὶ καταισχύνας τούτους ἐνθάδε σεμνολογεῖ, καὶ λογάρια δύστηνα μελετήσας καὶ φωνασκήσας οὐκ οἴει δίκην δώσειν τηλικούτων καὶ τοσούτων ἀδικημάτων, κἂν πιλίδιον λαβὼν περὶ τὴν κεφαλὴν περινοστῇς καὶ ἐμοὶ λοιδορῇ; λέγε σύ. Ἐλεγεῖα
ἡμετέρη δὲ πόλις κατὰ μὲν Διὸς οὔποτʼ ὀλεῖται
αἶσαν καὶ μακάρων θεῶν φρένας ἀθανάτων·
τοίη γὰρ μεγάθυμος ἐπίσκοπος ὀβριμοπάτρη
Παλλὰς Ἀθηναίη χεῖρας ὕπερθεν ἔχει.
αὐτοὶ δὲ φθείρειν μεγάλην πόλιν ἀφραδίῃσιν
ἀστοὶ βούλονται, χρήμασι πειθόμενοι,
δήμου θʼ ἡγεμόνων ἄδικος νόος, οἷσιν ἑτοῖμον
ὕβριος ἐκ μεγάλης ἄλγεα πολλὰ παθεῖν.
οὐ γὰρ ἐπίστανται κατέχειν κόρον, οὐδὲ παρούσας
εὐφροσύνας κοσμεῖν δαιτὸς ἐν ἡσυχίῃ.
. . .
πλουτοῦσιν δʼ ἀδίκοις ἔργμασι πειθόμενοι.
. . .
οὔθʼ ἱερῶν κτεάνων οὔτε τι δημοσίων
φειδόμενοικλέπτουσιν ἐφʼ ἁρπαγῇἄλλοθεν ἄλλος,
οὐδὲ φυλάσσονται σεμνὰ θέμεθλα Δίκης,
σιγῶσα σύνοιδε τὰ γιγνόμενα πρό τʼ ἐόντα,
τῷ δὲ χρόνῳ πάντως ἦλθʼ ἀποτεισομένη.
τοῦτʼ ἤδη πάσῃ πόλει ἔρχεται ἕλκος ἄφυκτον,
εἰς δὲ κακὴν ταχέωςἤλυθεδουλοσύνην,
στάσιν ἔμφυλον πόλεμόν θʼ εὕδοντʼ ἐπεγείρει,
ὃς πολλῶν ἐρατὴν ὤλεσεν ἡλικίην.
ἐκ γὰρ δυσμενέων ταχέως πολυήρατον ἄστυ
τρύχεται ἐν συνόδοις τοῖς ἀδικοῦσι φίλαις.
ταῦτα μὲν ἐν δήμῳ στρέφεται κακά· τῶν δὲ πενιχρῶν
ἱκνοῦνται πολλοὶ γαῖαν ἐς ἀλλοδαπήν,
πραθέντες δεσμοῖσί τʼ ἀεικελίοισι δεθέντες.
. . .
οὕτω δημόσιον κακὸν ἔρχεται οἴκαδʼ ἑκάστῳ,
αὔλειοι δʼ ἔτʼ ἔχειν οὐκ ἐθέλουσι θύραι,
ὑψηλὸν δʼ ὑπὲρ ἕρκος ὑπέρθορεν, εὗρε δὲ πάντως,
εἰ καί τις φεύγων ἐν μυχῷ θαλάμου.
ταῦτα διδάξαι θυμὸς Ἀθηναίους με κελεύει,
ὡς κακὰ πλεῖστα πόλει δυσνομίη παρέχει,
εὐνομίη δʼ εὔκοσμα καὶ ἄρτια πάντʼ ἀποφαίνει,
καὶ θαμὰ τοῖς ἀδίκοις ἀμφιτίθησι πέδας,
τραχέα λειαίνει, παύει κόρον, ὕβριν ἀμαυροῖ,
αὐαίνει δʼ ἄτης ἄνθεα φυόμενα,
εὐθύνει δὲ δίκας σκολιάς, ὑπερήφανά τʼ ἔργα
πραΰνει, παύει δʼ ἔργα διχοστασίης,
παύει δʼ ἀργαλέης ἔριδος χόλον· ἔστι δʼ ὑπʼ αὐτῆς
πάντα κατʼ ἀνθρώπους ἄρτια καὶ πινυτά.
Solon



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.251 Dem. 19.254 (English) >>Dem. 19.257

Powered by PhiloLogic